Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.211 Joseph. BJ 2.216 (English) >>Joseph. BJ 2.223

2.214

Ταῦτʼ ἀκούσας Κλαύδιος κατέσχεν τὰς ὁρμὰς τοῦ στρατιωτικοῦ προσδέχεταί τε τὴν σύγκλητον εἰς τὸ στρατόπεδον καὶ φιλοφρονησάμενος ἐξῄει σὺν αὐτοῖς αὐτίκα θύσων τῷ θεῷ τὰ περὶ τῆς ἡγεμονίας χαριστήρια. 2.215καὶ τὸν Ἀγρίππαν εὐθέως ἐδωρεῖτο τῇ πατρῴᾳ βασιλείᾳ πάσῃ προστιθεὶς ἔξωθεν καὶ τὰς ὑπʼ Αὐγούστου δοθείσας Ἡρώδῃ Τραχωνῖτιν καὶ Αὐρανῖτιν, χωρὶς δὲ τούτων ἑτέραν βασιλείαν τὴν Λυσανίου καλουμένην. 2.216καὶ τῷ μὲν δήμῳ διατάγματι τὴν δωρεὰν ἐδήλου, τοῖς ἄρχουσιν δὲ προσέταξεν ἐγχαράξαντας δέλτοις χαλκαῖς τὴν δόσιν εἰς τὸ Καπετώλιον ἀναθεῖναι· 2.217δωρεῖται δʼ αὐτοῦ καὶ τὸν ἀδελφὸν Ἡρώδην, δʼ αὐτὸς καὶ γαμβρὸς ἦν Βερνίκῃ συνοικῶν, βασιλείᾳ τῇ Χαλκίδι. 2.218

Ταχέως δʼ ὡς ἂν ἐκ τοσαύτης ἀρχῆς πλοῦτος Ἀγρίππᾳ προσέρρει, καὶ τοῖς χρήμασιν αὐτὸς οὐκ εἰς μακρὰν κατεχρήσατο· τηλικοῦτον γὰρ τοῖς Ἱεροσολύμοις περιβαλεῖν ἤρξατο τεῖχος, ἡλίκον ἂν τελεσθὲν ἀνήνυτον Ῥωμαίοις ἐποίησεν τὴν πολιορκίαν. 2.219ἀλλʼ ἔφθη πρὶν ὑψῶσαι τὸ ἔργον τελευτήσας ἐν Καισαρείᾳ, βεβασιλευκὼς

-- --

μὲν ἔτη τρία, πρότερον δὲ τῶν τετραρχιῶν τρισὶν ἑτέροις ἔτεσιν ἀφηγησάμενος. 2.220καταλείπει δὲ τρεῖς μὲν θυγατέρας ἐκ Κύπρου γεγενημένας, Βερνίκην καὶ Μαριάμμην καὶ Δρούσιλλαν, υἱὸν δὲ ἐκ τῆς αὐτῆς Ἀγρίππαν. οὗ παντάπασιν ὄντος νηπίου πάλιν τὰς βασιλείας Κλαύδιος ἐπαρχίαν ποιήσας ἐπίτροπον πέμπει Κούσπιον Φᾶδον, ἔπειτα Τιβέριον Ἀλέξανδρον, οἳ μηδὲν παρακινοῦντες τῶν ἐπιχωρίων ἐθῶν ἐν εἰρήνῃ τὸ ἔθνος διεφύλαξαν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.211 Joseph. BJ 2.216 (English) >>Joseph. BJ 2.223

Powered by PhiloLogic